Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.155 Joseph. AJ 10.160 (English) >>Joseph. AJ 10.165

10.158καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. 10.159

Ναβουζαρδάνης δὲ ταῦτα διαπραξάμενος ὥρμησεν εἰς Βαβυλῶνα. οἱ δὲ πολιορκουμένων Ἱεροσολύμων φυγόντες διασκεδασθέντες κατὰ τὴν χώραν, ἐπειδὴ τοὺς Βαβυλωνίους ἤκουσαν ἀνακεχωρηκότας καὶ λείψανά τινα καταλελοιπότας ἐν τῇ τῶν Ἱεροσολυμιτῶν γῇ καὶ τοὺς ταύτην ἐργασομένους, συλλεχθέντες πανταχόθεν ἧκον πρὸς τὸν Γαδαλίαν εἰς Μασαφθά. 10.160ἡγεμόνες δʼ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον. 10.161τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους· γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας· 10.162καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.155 Joseph. AJ 10.160 (English) >>Joseph. AJ 10.165

Powered by PhiloLogic